Ancient Greek
326.11
Paulus, Epitomae Medicae Libri Septem 326.11
Unproofread scanNot analysed yet
Ἀσφάλτου, ἀρσενικοῦ, σανδαράχης, θείου ἀπύρου ἀνὰ <δ· ἀναλάμβανε ῥήτινη καὶ χρῷ ἐπιλύων διὰ Ζ ἡμερῶν. Ἄλλο. ὁρόβινον ἄλευρον χολῇ προβατείᾳ ἢ οὐρῷ προβατείῳ φύρων χρῷ ἢ ἀζβέστῳ μετ' ἐλαίου ἢ Χίαν μετὰ ὀποβαλσάμου, ἢ ἰζῷ χαλκανθον καὶ θείον ἀπυρον ἀναλαβὼν τὸ ἰκανὸν δέρματι ἐμπλάσας ἐπίθες, ἢ σταφίδα ἀγρίαν μετ' ὄξους λεάνας χρῷ, ἢ ῥητίνης τερειβινθίνης <α, σανδαράχης τὸ διπλάσιον ἅμα ἐπιτίθει τῇ ρίζῃ τοῦ ὄνυχος· διάσχεον ἐπιμελῶς. ὅταν δὲ ἐκπέσῃ ὁ ὄνυξ, κηρωτὴν μυρσίνην ἐπιτίθει ὀλίγον ἔχουσαν τοῦ διὰ τῆς ῥητίνης φαρμάκου.