Ancient Greek
33.2
Paulus, Epitomae Medicae Libri Septem 33.2
Unproofread scanNot analysed yet
κζ’ Πρὸς ἄχροιαν. Τὴν δὲ τοῦ σώματος ἄχροιαν μειοῖ βίος εὐφρόσυνος καὶ ἡ προσνῆς βρῶσις, καταμιγνύειν δὲ ῥαφανίδας καὶ πρᾶσα καὶ τὸν χλωρὸν ἐρέβινθον. εὐχροιαν δὲ ἐργάζεται καὶ τῆς γλυκείας ῥοιάς ὁ χυλὸς ῥοφούμενος. καλὸν δὲ ἐστι καὶ ἔλαιον ἐψηθείσης ἐπὶ μακρὸν αὐτῷ βρωνίας ρίζης· τοῦτο καὶ τετανὸν ἐργάζεται τὸ σῶμα. τοῖς δὲ ῥύμμασι μιγνύειν κόλλικας γεγονότας ἐκ τινος τῶν ῥυπτόντων, ἀλεύρου καὶ βολβοῦ τῆς ναρκίσσου καὶ βρυωνίας ρίζης. εὖ δὲ χρώζει, ὅτω ἐστὶν εὐπορία, ρίζα τε τῆς πικρᾶς ἀμυγδαλῆς καὶ ὁ καρπὸς ἐν ὕδατι ἐψηθὲντα, ψι χρήται λουτρῷ.