Ancient Greek
338.4 to 339.1
Paulus, Epitomae Medicae Libri Septem 338.4-339.1
Unproofread scanNot analysed yet
3 Ἄλλο. κυκὴς μελαίνης τοὺς ἀκρεμόνας βρέξον ὄξει καὶ λειοτριβήσας μῖξον ἀφονίτρου, θείου ἀπύρου, μυρίκης καρποῦ ἴκα, προεκνιτρώσας δὲ κατάχρει καὶ ἡλίαζε φυλασσόμενος, μὴ ἐλκωθῇ. ὁ δὲ Ἀρχιγένης τοῖς φύλλοις τῆς κυκὴς ἀκβέστου τὸ αὐτάρκες μίζας ὁμοίως ἐκέχρητο· ἡ παρατρίψας, φησί, τὰς λεύκας ἐλλεβόρω λευκῷ, ἕως συνιδρώσασαι ὁμόχρους γένωνται τῷ ἄλλῳ σώματι, κατάχρει Cινωπίδι ἢ Μηλιάδι ἢ βελόναις συνεσπειραμέναις κατακεντήσας, ἕως αἱμάξῃ, κατάχρει Cινωπίδι μετ’ ὄξους ἢ προσαποψήσας, ὡς εἴρηται, κατάχρει τῆς κυκῆς ὅπῳ προσφάτῳ καὶ τῷ φύλλῳ αὐτῆς ἐπὶ ποσὸν παράτριβε.