Ancient Greek
341.5
Paulus, Epitomae Medicae Libri Septem 341.5
Unproofread scanNot analysed yet
ἡ'. Περὶ ἐξανθημάτων. Ἐξανθήματα γίνονται παχέων χυμῶν ἐν τῷ δέρματι σφηνωθέντων καὶ πλέον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν. ἐφ' ὧν μὲν οὖν κἂν τῷ βάθει πλήθος ὑπόκειται χυμῶν, τούτους πρότερον δεῖ καθαίρειν· εἰ γὰρ τις μὴ πράξας τοῦτο πρότερον ἐπιχειροῖ διαφορεῖν, ἐμφράξει μᾶλλον αὐτοὺς ἢ κενώσει διὰ τοῦ δέρματος. εἰ δὲ τὸ βάθος ἀπείριτον 20 εἴη, χρὴ κενοῦν αὐτοὺς διὰ τοῦ δέρματος καὶ μὴ πόρρω περισπᾶν βουλομένον διὰ γαστρὸς ἢ δι' ἐμέτων κενῶσαι, ἀλλὰ τὴν γε θεραπείαν τῶν ἐμπεπλασμένων τῷ δέρματι χυμῶν διὰ τῶν ἐκτυριῶντων τε καὶ θερμαινόντων ποιητέον, καὶ μάλιστα, ὅταν πλατέα τυγχάνῃ τὰ ἐξανθήματα· ἐπὶ ψυχρῷ γὰρ ἰκανῶς καὶ παχεῖ χυμῷ τὰ τοιαῦτα γεγέννηται. 25 δάφνης οὖν φύλλων ἀπαλῶν καὶ πηγάνου καὶ μάννης ἴσον ἐκατέρου τρίψας καὶ λιβανωτὸν μετ' ἐλαίου διεὶς ἐπάλειφε, ἢ σεῦθλον ἀπαλὸν ἔψησας καὶ τρίψας κατὰπλассε, ἢ κηροῦ <ἡ, θείου ἴσον, ἄλός <ξ, τὰ ξηρὰ τρίψας καὶ ἐπίχεας ἐλαίου κοτύλης λ' πάντα ὁμοῦ ἔψε καὶ γενομένῳ ἐμπλάστρῳ χρῶ· προσεδρεύειν δὲ τῇ ἔψήσει. ἀγαθὸν σφόδρα τὸ 30 φάρμακον.