Ancient Greek
343.1
Paulus, Epitomae Medicae Libri Septem 343.1
Unproofread scanNot analysed yet
ια΄. Πρὸς τὰ πυρίκαυτα. Τὰ πυρίκαυτα τῶν μετρίως ῥυπτόντων δεῖται φαρμάκων χωρὶς τοῦ θερμαίνειν ἢ ψύχειν ἐπιφανῶς. γῇ τοίνυν Χία καὶ Κιμωλία καὶ Κρητική, καὶ πᾶσα δὲ κοῦφη γῇ καταχρισμένη μετ’ ὄξους μὴ πάνυ δριμέος ἢ ὕδατος μιγνυμένου ποιεῖ καλῶς καὶ κωλύει φλυκταινοῦσθαι, καὶ ὡμὸν ὅλον ὡμὸν παραχρῆμα ἐπιτιθέμενον ἀναλαμβανόμενον ἐρίω μαλακῶ· καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει. καὶ μέλανι δὲ γραφικῷ περιχρίε ἢ λιβανωτῷ ὕδατι διειμένῳ ἢ φακῶ ἐφθῷ λείῳ ἢ ὁρόβῳ κατάπλασσε. πρὸς δὲ τὰ ἀφ’ ὕδατος θερμοῦ κατακαύματα, πρὶν φλυκταῖνας γενέσθαι, ἐλαίων ἀλμάνων ὕδωρ συνεχῶς κατάντλει καὶ αὐτὰς τὰς ἀλμάδας μετὰ ἀλφίτου λείας κατάπλασσε ἢ στυπτηρίαν σχιστὴν τρίψας μετ’ ὄξους ἐπίχριε, ἢ χολὴ ταυρεία μεθ’ ὕδατος δαψιλῶς τετηκυία κατάχριε ἢ κονίαν στακτὴν κατάντλει γάρῳ ἢ ἄλμῃ ἢ βολβοὺς κρίνων ἢ ὐακίνθων ἢ ναρκίσσων μετὰ ῥόδινου τρίψας καὶ ποιήσας γλοιώδες κατάχριε. ὁ δὲ Μάρκελλος σύνθετον τοῦτο φησι· ῥάκος μέλιτι δεύσας καὶ κριθᾶς ἀνακυλίσας κατακάυσον καὶ βάλλε τῆς τέφρας <ἡ, ψιμυθίου <δ, βουτύρου <ἡ, κηροῦ <ἰς, στέατος αἰγείου <ἰς, ῥόδινου <ἰς. πρὸς δὲ τὰ ἤδη πεφλυκταινωμένα ῥοῦν καὶ ἀλφίτον τρίψας μετ’ ὄξους κατάπλασσε ἢ κονίαν ἀσβεστον κηρωτῇ μιγνὺς καὶ εἰς θόδνιον ἐμπλάσσων ἐπιτίθει. καὶ τὸ σφαιρίον δὲ καλούμενον πρὸς ταῦτα χρήσιμόν ἐστι. τὰ δὲ εἰλκωμένα πρᾶσους λείους κατάπλασσε ἢ ἀνδράχνην τρίψας μετὰ ἀλφίτων κατάπλασσε ἢ περιστεράς κόπρον εἰς θόδνιον ἐνειλήσας κατακάυσον καὶ διεῖς ἐλαίῳ τὴν τέφραν αὐτοῦ χρῶ. θαυμαστὸν φάρμακον καὶ πίτυος ἢ πεύκης φλοιὸς ἢ ἀδίαντον ξηρὸν λεῖον ἢ μυρσίνης φύλλα κατακεκαυμένα· λεία ἐμπάσσεται· ποιεῖ δὲ τούτων ἕκαστον καὶ μετὰ κηρωτῆς συντιθέμενον. καὶ τὸ λαμβάνον δὲ τῆς ἐρυθρᾶς ἄγχούσης τῆς ρίζης ξηρᾶς κοπεῖσης λείας Γ δ, κηροῦ τρακτοῦ Γ θ, ῥόδινου Γ ἰη, καὶ τὸ διὰ ψιμυθίου σὺν ὀλίγῳ μυελῷ ἐλαφείῳ ἀγαθὸν ἐστι φάρμακον.