Ancient Greek
350.7
Paulus, Epitomae Medicae Libri Septem 350.7
Unproofread scanNot analysed yet
οῖον μυῶν, φλεβῶν, ἁρθρίων. ἀπὸ σκήματος] ἀποσκήμ- ὡς ἀθερώματα, στεατώματα, με ται τῇ τοῦ γένους ὀνομασίᾳ πρ μόριον ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ὅταν δὲ τελῶς ἀναίσθητα γένηται τὰ οὕτω παθόντα σώματα, τὸ πάθος οὐκἐπὶ γάγγραιναν ἀλλ’ ἤδη σφάκελον ὀνομάζοιμι. συμβαίνει δὲ τοῦτο τὸ πάθος καὶ τοῖς ὀστοῖς, ὅταν ἡ περικειμένη σάρξ αὐτοῖς μοχθηροὺς ἰχώρας γεννῆσα διαβρῆσα τούτοις αὐτὰ καὶ διασφῆ. τελῶς μὲν οὖν νεκρωθὲν τὸ μόριον τάχιστα χρῆ περικόπτειν, καθ’ ἃ ψαύει τῆς τοῦ πλησιάζοντος ὑγίου· τὴν δὲ γάγγραιναν θεραπεύειν χρῆ κενούντας ὅσον πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος· ἡ γὰρ φλέβα τεμόντας κενῶσαι δεῖ τὸ διεφθαρμένον αἷμα, ὅταν ἡ περὶ αὐτὸ τὸ μόριον φλὲψ μεγάλη, ἢ δλον τὸ δέρμα διαιρούντας πολλαῖς καὶ βαθείαις ἀμυχαῖς, καὶ ἕacanτες ἀπορρυῆναι τὸ αἷμα τῶν πρὸς τὰ σπηδόμἐνα χρησίμων τι ἐπιθήσομεν· ἐστιν δὲ ταῦτα· δι’ ὀξυμέλιτος ἀλευρον ὄρόβων ἢ αἰρῶν ἢ τὸ τῶν κυάμων· σφοδρότερον δὲ προσάγειν βουλόμενος ἄλῶν ἐπεμβάλλειν ἢ τροχίσκον τὸν Ἄνδρωνος ἢ τινα τῶν ὁμοίων. ποιεῖ πρὸς γάγγραῖνας καὶ παλαιὰ κάρυα· ἀνακαθαίρει δὲ αὐτὰς ἀκαλήφῃ καὶ ὅπως τιθυμάλλου ἐν καιρῷ καὶ μέτρῳ προσαγομένους. ὠφελεῖ καὶ αὐτοὺς καὶ θέρμων πικρῶν ἀφέψιμα προσανθλούμενον. τινὲς δὲ καὶ μετὰ τὴν τομὴν ἐκτομῆς ἀσφαλείας χάριν καὶ καυτήρια προσφέρουσι, ἐφ’ οἷς ἀλκὶ μετὰ πρᾶσιν χρηστέον. ἐς ὑστερον δὲ πρὸς ἀπόπτωσιν τῆς ἐσχάρας καταπλαστέον τῷ δι’ ἄρτου ἢ κριθίνου ἢ πυρίνου ἀλεύρου ἐψωμένῳ ἐν ὑδρελαίῳ τῷ τε κεφαλικῷ ξηρίῳ μετὰ μέλιτος, τῷ τε τετραφαρμάκῳ καὶ τῷ Μακεδονικῷ καλουμένῳ χρηστέον. χωρίζει δὲ καλῶς τὰς ἐσχάρας ἄρτος μετὰ σελίνου λειωθείς ἢ ὠκίμου ἢ ἱρὶς ἢ πᾶναξ ἢ ἀριστολογία ἢ ἄκορον μετὰ μέλιτος ἢ λίβανος. ἀφαιρεῖ δὲ καλῶς ἐσχάρας καὶ τὸ τοῦ Μαχαιρίωνος φάρμακον καὶ ἡ Ἰς ἐμμοτος μετὰ μέλιτος. ἐπὶ δὲ τῶν μαλακῶν σωμάτων ἄρκει καὶ τὸ τῶν ὄρόβων ἀλευρον μετὰ μέλιτος.