Ancient Greek
353.1
Paulus, Epitomae Medicae Libri Septem 353.1
Unproofread scanNot analysed yet
Πρὸς τὸν φλυκταινώδη ἔρπητα. Σκωρίαν μολίβδου ἐν οἴνῳ αὐστηρῷ λεάνας καὶ καταχρίσας ἐπάνω κατάπλασσε κεύθλου φύλλα ἐν οἴνῳ ἑφθᾷ, ἢ κηροῦ Γ δ, μυρίνου Γ ι, σκωρίας μολίβδου Γ δ οἴνῳ ἡμίσει καταχρίε. σταθείσης δὲ τῆς νομῆς τῇ διὰ τῆς σκωρίας κηρωτῇ χρωῖ, ἢ φακῷ ἑφθῷ μετὰ μέλιτος κατάπλασσε. πρὸς δὲ τὸν ὑπὸ τὸ δέρμα ἔρπητα σκωρίαν μολίβδου ἀναλαβὼν λείου πηγάνου χυλῷ ἢ κηρωτῇ ἀντὶ πηγάνου μυρίνη.