Ancient Greek
353.6
Paulus, Epitomae Medicae Libri Septem 353.6
Unproofread scanNot analysed yet
κα'. Περὶ ἐρυσιπέλατος. Ἰδιαίτερον μὲν ὁ Γαληνὸς τὸν ἐξ αἵματος ζέοντός τε καὶ λεπτοῦ συνισταμένον ὀγκὸν ἐρυσιπέλας ὀνομάζων τὸν ἐξ ἀμφοῖν αἵματός τε καὶ χολῆς ξανθῆς συνεστῶτα προσηγόρευεεν ἐκ τοῦ ἐπικρατοῦντος χυμοῦ τὴν προσηγορίαν τῷ πάθει θέμενος· φλεγμονὴν μὲν γὰρ ἐρυσιπελατῶν τοῦ αἵματος, ἐρυσιπέλας δὲ φλεγμονώδες τῆς ξανθῆς ἐπικρατοῦσης ὀνομάζει χολῆς· κοινότερον δὲ τὸν ἐξ αἵματος τε καὶ χολῆς θερμωτέρων γενομένων συνισταμένον ὀγκὸν ἐρυσιπέλας προσαγορεύει. καθ' ἑκάτερον δὲ τρόπον οὐδὲν μέγα διοίσει πρὸς γε τὴν τῶν βοηθημάτων χρείαν. εἰδέναι δὲ χρή, ὅτι τῶν ἐρυσιπελάτων ἐργωδέστερα τυγχάνει μάλιστα τὰ περὶ κεφαλὴν· ὅθεν, εἰ μὴ ἐμπράκτου τύχοι βοηθείας, ἐνίοτε καὶ πνίγει τοὺς πεπονθότας. εὐθὺς οὖν ἐξ ἀρχῆς τούτου φανέντος φλέβα τέμνειν ἐν τῷ ἀγκῶνι, μάλιστα μὲν τὴν ὑμιαίαν, εἰ δὲ