Ancient Greek
355.2
Paulus, Epitomae Medicae Libri Septem 355.2
Unproofread scanNot analysed yet
Ἄλλο. θείου ἄπύρου, ψιμυθίου, ὀπίου, ἀκακίας ἴσα ὀξεῖ. 4 Κατάπλασμα πρὸς ἐρυσιπέλατα, ἔρπητας, ἀποστήματα, 3 παρωτίδας καὶ πυρίκαυτα. Ἀλθαίας νεαρᾶς φύλλων ἀπαλῶν λἰ. ᾯ ἑψήσας ἐν ὑδρελαίῳ τρίψον καλῶς καὶ προσβαλὼν ῥοδίνου Γ δ, λιθαργύρου, ψιμυθίου ἄνὰ Γ β Λ' λείου πάλιν κοριαννοῦ χυλῷ ἢ ἀειζῶου ἢ στρύχνου, εἶτα ἐπιβαλὼν ψύχας, ὡς ἐμπλαστρῶδες γενέσθαι, κατάπλασσε. ἐμπλάστρῳ δὲ ταύτῃ 10 κέχρησο· κικίνου λἰ. ᾯ, μυρσίνου λἰ. ᾯ, κηροῦ Γ ε, λιθαργύρου Γ δ, ἰοῦ ξυστοῦ Γ β· ὀξεῖ λειοῦται ἰὼς καὶ λιθάργυρος.