Ancient Greek
355.8
Paulus, Epitomae Medicae Libri Septem 355.8
Unproofread scanNot analysed yet
κβ'. Περὶ φύματος καὶ βουβῶνων καὶ φυγεθόλου. Κατὰ μὲν τὸν Γαληνὸν ὁ βουβὼν καὶ τὸ φῦμα καὶ τὸ φυγεθόλον 1 ἀδένων εἰσὶ παθήματα, βουβῶν μὲν ἡ φλεγμονή, φῦμα δὲ ἡ πρὸς ἐκπύησιν ἐπειγομένη φλεγμονὴ τοῦ ἀδένος, φυγεθόλον δὲ τὸ φλεγμονώδες 25 ἐρυσιπέλας ἢ ἐρυσιπελατώδης φλεγμονὴ τοῦ ἀδένος· κατ' ἄλλους δὲ τινὰς κοινῶς ἅπαντες οἱ ἐκφυόμενοι παρὰ φύσιν ἐν οἰωδηποτοῦν μορίῳ οἷον ἀποστηματῶδεῖς ὀγκοὶ φύματα προσαγορεύονται· φησὶ γὰρ Ἰπποκράτης·