Ancient Greek
361.2
Paulus, Epitomae Medicae Libri Septem 361.2
Unproofread scanNot analysed yet
Πρὸς τὰ καρκινῶδη καὶ κακοῆθη πρὸς τε τὰ ἐν ἕδρα 3 στολιδῶδη καὶ τὰς ἐν αἰδοίοις ἢ ὄρχεσιν ἢ μαστοῖς φλεγμονάς. 5 ἐν μολιβδίνῃ ἱγίῳ καὶ δοίδυκι μολιβδίνῃ Λημνίαν σφραγίδα δι᾽ ὀξυκράτου ἢ μελικράτου ἢ γάλακτος ἐκτρίψας, ὥστε μελανθῆναι ἢ ῥόδινον ἢ ὀμφάκινον ἔλαιον ἢ χυλὸν ἀείζωου ἢ κοτυληδόνος ἢ θριδακίνης ἢ ψυλλίου ἢ ὀμφακος τρίψας ὁμοίως κατάρχει. 10 διαιτάσθω δὲ ὁ κάμνων ἐν τε χυλῷ πτισάνης πλεονάζων καὶ γά- лакτος ὀρῷ καὶ λαχάνων μαλάχῃ καὶ ἀτραφάξει βλίτῳ τε καὶ κολοκύνῃ καὶ τοῖς πετραίοις τῶν ἰχθύων καὶ ὄρνεοις ἅπασιν πλὴν τῶν ἐλείων.