Ancient Greek
361.4
Paulus, Epitomae Medicae Libri Septem 361.4
Unproofread scanNot analysed yet
κζ᾽. Περὶ οἰδήματος. Περὶ τῶν ἐπὶ θερμοτέροις χυμοῖς συνισταμένων ὀγκῶν διαλαβόντες αὐθὶς περὶ τῶν ἐναντίων διαληψόμεθα τὴν ἀρχὴν ἀπὸ τοῦ οἰδή- 20 ματος ποιοῦμενοι. ὥσπερ γὰρ ἐπὶ χολώδει ρεύματι τὸ ἐρυσιπέλας, οὕτως ἐπὶ φλεγματώδει τὸ οἴδημα γίνεται, χαύνος τις ὄγκος ὑπάρχων ἀνῦδυνος. ἴσμεν δὲ δήπου καὶ ἄλλως οἰδήματα γινόμενα περὶ τοῖς ποσὶν ἐν ὑδερικαῖς διαθέσει καὶ φθόσις καὶ καχεξίαις. ἐπ᾽ ἐκείνων μὲν οὖν σύμπτωμα ἐστὶ τὸ οἴδημα τοῦ κατέχοντος πάθους τῶν ἀνθρώπων 25 οὐδεμίας ἰδίας ἐξαιρέτου θεραπείας δεόμενον· ἄρκει γάρ, εἴπερ ἄρα, τηνικαῦτα τρίβειν τὰ σκέλη, ποτὲ μὲν δι᾽ ὀξυροδίνου, ποτὲ δὲ δι᾽ ἐλαίου καὶ ἄλῶν ἢ καὶ αὐτῷ τῷ ὀξυροδίνῳ τῶν ἄλῶν ἐπεμβάλλοντα.