Ancient Greek
362.8
Paulus, Epitomae Medicae Libri Septem 362.8
Unproofread scanNot analysed yet
τητι τοιαύτῃ δευόμενον καὶ ἐπιτιθέμενον· καλὸν δὲ καὶ τὸ γλαύκιον. κεχρονικὸς δὲ οἴδημα προὑπαλείψας ἐλαίῳ τὸ μόριον, εἶτα ἐπιθεὶς μὲν τοῖς παρηγορικοῖς δεῖ πλεονάζειν, παρακμῆς δὲ γενομένης τοῖς διαφοροῦσι. χρηστέον τοίνυν τῷ ἀφευήματι μετ’ ἐλαίου βραχέος ἀναλαμβάνοντας οἰcupηροῖς θερμὰ ἢ καὶ τὴν δι’ ὠcύπου κηρωτὴν ἐπιμιγνύντας, καὶ φροντίζειν, ὅπως ἂν ἡ θερμότης παραμείνοι· ψύχεσθαι γὰρ οὐ συμφέρει. παρηγορηθέντος δὲ τοῦ κάμνοντος ὄξους παραμιγνύναι καὶ νίτρον ἢ ἀφονίτρον καὶ μετὰ ταῦτα καὶ τῆς στακτης κονίας, εἰθ’ ὑcτερον διαφορητικαῖς ἐμπλάcτροις εἰς ἀποκατάcταcιν χρήcθαι, οἷα ἐcτι καὶ ἡ ὑποτεταγμένη· γλοιὸν ἀποζέας διήθηcον πρῶτον, ὡς καθαρὸν γενέcθαι, καὶ πάλιν ἐμβαλὼν τῇ κακάβῃ καὶ λεάνας ἀcβεcτον τίτανον ὡς ἄλευρον ἐμπacce μέχρι πηλώδους cυcτάcεωc καὶ χρω. τούτου δὲ δραcτικώτερόν ἐcτι τὸ διὰ cυκομόρων cύνθετον φάρμακον.