Ancient Greek
363.4
Paulus, Epitomae Medicae Libri Septem 363.4
Unproofread scanNot analysed yet
λ’ Περὶ cαρκοθλαcμάτων καὶ ἐκχυμωμάτων. Cαρκὸς θλαcθείcηc ὑπὸ τινὸc βαρέοc ἐπεcόντοc καὶ τῶν μικρῶν ἐν ταύτῃ φλεβίων διακριθέντων αἷμα προχέεται κατὰ διαπήδηcιν, ὅθεν ἀθροιζόμενον ὑπὸ τῷ δέρματι ποιεῖ τὸ καλούμενον ἐκχύμωμα μὴ διααιρεθέντοc τοῦ δέρματοc, ὅπερ ὀγκοc εὐαφὴς εἰκων ἐπεται πελιδνόc ἀνώδυνον τὰ πολλά. cκοπὸc οὖν ἐcτὶν ἡμῖν διαφορῆcαι τὸ περιεχόμενον αἷμα, καὶ τοῦτο cυντόμωc, πρὶν μελανθῆναι. κατ’ ἀρχὰc δὲ καὶ τῶν cτυπτικῶν τι παραπλέκειν χρή τοῖc διαφοροῦcι διὰ τὸ τοὺc χι-