Ancient Greek
366.2
Paulus, Epitomae Medicae Libri Septem 366.2
Unproofread scanNot analysed yet
5 λγ´. Περὶ χοιράδων. 1 Αἱ χοιράδες ἀδένες εἰσὶν ἐκκιρρωμένοι κατὰ τε τὸν τράχηλον καὶ μασχάλας καὶ βουβῶνας μάλιστα συνιστάμεναι. κοινῶς μὲν οὖν τῇ τῶν σκίρρων εἰρημένη νῦν ὑπάρχει θεραπεία· ἰδίως δὲ θέρμων πικρῶν ἄλευρον δι’ ὀξυμέλιτος ἔμψον κατάπλασσε (τοῦτο καὶ πρὸς τὰ φύματα) ἢ βοείᾳ κόπρῳ cὐν ὄξει ἐψομένη κατάπλασσε (τοῦτο καὶ τοὺς κιρρώδεις ὀγκοὺς ἅπαντας διαφορεῖ). καλῶς δὲ διαφορεῖ χοιράδας ἄβρεστος μέλιτι ἢ γλοιῷ ἀναληφθεῖσα ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ, ἢ ἄβρεστον καὶ νίτρου ἴσα, καρδαμώμου καὶ τήλεως τετραπλοῦν, cὐν μέλιτι ὡς μᾶλαγμα ἐπιτίθει· τὰς σκληρὰς διαφορεῖ. τὰς μεταβεβλημένας ῥήσσει αἴρινον ἄλευρον μετὰ περιστερᾶς κόπρου καὶ λινὸς σπέρμου ἐν οἴνῳ ἐψηθέν, ὀλυνθοὶ ἄγριοι καὶ ἡμεροὶ, ἢ κάρδαμον λευκὸν λεῖον μετὰ πίττης ὑγρᾶς μαλαγματῶδες ποιὼν ἐπιτίθει ἢ σικύου ἀγρίου ρίζης ξηρᾶς καὶ δάφνης φύλλων ξηρῶν κεκαυμένων τὴν τέτραν μετὰ τερεμνίθνης ἐπιτίθει ἢ σταφίδος ἀγρίας, νίτρου τὸ ἴσον, εὐζώμου τὸ διπλάσιον, μετὰ ῥητίνης ἐπίθεσ ἢ κόπρον αἰγείαν ἢ βοείαν ἐν ὄξει ἐφθὴν ἢ ὀρόβινον ἄλευρον ἐν οὐρῷ ἀφόρου παιδὸς βραχὲν καὶ ἀναληφθέν πίττῃ καὶ κηρῷ ἐν ἐλαίῳ τετηκόιν ἢ ὄφιν νεκρὸν βαλὼν εἰς χύτραν καὶ γυμώσας ὅδε εἰς κάμινον καυθήναι καὶ τὴν σποδὸν αὐτοῦ μῖξον τήλεως ἴσω καὶ ἀναλαβὼν μέλιτι χρῶ. καὶ τὸ διὰ τῶν ἀσπίδων δὲ φάρμακον θαυμαστὸν ἐστι τὸ τε διὰ τοῦ στρουθίου καὶ τὸ διὰ τοῦ ἀγρίου σικύου καὶ τὸ διὰ κεδρίας.