Ancient Greek
369.2
Paulus, Epitomae Medicae Libri Septem 369.2
Unproofread scanNot analysed yet
ἀταθὴ δὲ καὶ ἡ δι’ ἀβέστου· ἀβέστου μέρη β, χαλκίτεως μέρος α, ἄρσενικοῦ μέρος α. λε´ Περί κηρίων. Τὸ κηρίον ὄγκος ἐστὶν ἐπὶ τοῦ δέρματος ἔχων κατατρήσεις, δι’ ὧν μελιτώδες ὑγρὸν ἐκκρίνεται. ἐπιθετέον οὖν αὐτῷ σταφίδας μετὰ πηγάνου ἢ κυκῆς τὰ ἀπαλώτατα φύλλα μετὰ μέλιτος ἢ κάρδαμον μετὰ λινοσπέρμου σὺν μέλιτι ἢ σικύου ἡμέρου ῥίζαν μετὰ μέλιτος ἢ θεῖον ἄπυρον μετὰ κηρωτῆς ἢ τερμινθίνης. ποικιλωτέραν δὲ τὴν περὶ τῶν κηρίων ποιήσεις θεραπείαν τὰ ἐν τῷ περὶ ἀχώρων κατὰ τὸ γ’ βιβλίον εἰρημένα μεταφέρων ἐνταῦθα.