Ancient Greek
370.1
Paulus, Epitomae Medicae Libri Septem 370.1
Unproofread scanNot analysed yet
λζ' Ὅσα κολλᾶν ἕλκη δύναται. 1 Δρυὸς φύλλα καταπλασσόμενα καὶ ἰτέας καὶ κρόμβης μηλέας τε ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ χυλὸς καὶ ὁ φλοιὸς τῆς αὐστηροτέρας, ἀρνόγλωσσον, πάπυρος ὀξυκράτῃ ἢ οἴνῳ βραχεῖα καὶ ἐν κύκλῳ περι-ειλουμένη. τὰ δὲ πρόσφατα κολλᾷ πίτυος καὶ πεύκης τὰ φύλλα καὶ ὁ φλοιὸς πρόσφατος ὡς ἐπίδεσμος περιειλούμενος μεθ' ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου, τυρὸς πρόσφατος λειωθείς, ἕξωθεν δὲ ἐπιτιθέναι δεῖ φύλλα λαπάθου ἢ ἀμπέλου ἢ τεύτλου ἢ θριδακίνης· ὁ δὲ ὀξυγαλάκτινος τυρὸς καὶ τὰ μείζονα τραύματα, ἀχράδες δὲ καὶ ἀναστέλλουσι τὸ ῥέυμα· ἵππουρις καταπλασσομένη, κἂν νεῦρα διατετμημένα τύχῃ, ἰκάτις ἢ ἡμερος ἐπὶ τῶν σκληρῶν σωματῶν, κἂν ἐν ταῖς τῶν μυῶν ἢ κεφαλαῖς, κυπα-ρίσσω τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα τῶν σφαιρίων καὶ μαλακὰ ἐπὶ τῶν σκληρῶν σωματῶν· μιγνύναι δὲ χρὴ λελειμμένην ἄχνην ἀλεύρου λαμβάνοντα ἀπὸ τοίχου πλησιάζοντος μύλη· σμύρνα σὺν ὕδατι κατα-χρισθεῖσα ἢ λιβανωτός, γῆς ἕντερα (καὶ νεύρων διακοπὰς κολλᾷ), πεν-ταφύλλου φύλλα μετὰ μέλιτος, σκόρδα καέντα καταπλασσόμενα. πρὸς δὲ τὰ πρεσβυτικὰ ἕλκη ἀναγαλλὶς ποιεῖ μετὰ κηρωτῆς, κριθαὶ καυθεῖσαι καὶ ψιμύθιον μετὰ κηρωτῆς μυρεῖνης τριπλασίου. πρὸς δὲ τὰ ἐν κεφαλῇ σμύρναν ἕπρᾶν ἐπιπλάσσειν καὶ μὴ βρέχειν (ταχέως γὰρ συνάγει), ἢ ἄλῃν ἕπρᾶν ἢ ἀριστολογίαν τρίψας καὶ μετὰ μέλιτος καὶ οἴνου συν-εψήσας ἕως συμμέτρου πάχους εἰς μοτὸν ἐπιχρίων ἐπιτίθει. τῶν δὲ συνθέτων κολλητικῶν αἱ τε βάρβαροί εἰσι καὶ ἡ χρυσὴ καὶ ἡ Νικολάου δι' ἰτέων τε καὶ διὰ δικτάμου, καὶ ταύταις ἕτεραι παραπλήσιαι τὰ μεγάλα μάλιστα τραύματα κολλᾶν δυνάμεναι.