Ancient Greek
374.1
Paulus, Epitomae Medicae Libri Septem 374.1
Unproofread scanNot analysed yet
τε καὶ προσστέλλει τὰ ὑπερσαρκούντα· τὸ δὲ τῆς Ἀσίας πέτρας ἄνθος ἰσχυρότερον, τούτου δὲ μᾶλλον σῶρί τε καὶ χρυσόκολλα καὶ χαλκίτις καὶ μίσι, καυθέντα δὲ ἀδηκτότερα, καὶ τοῦ χαλκοῦ τὸ ἄνθος ὁμοίως· ὁ δὲ ἰὸς πάντων ἰσχυρότερος. ἄλλες δὲ καυθέντες τὰς πλαδαρὰς τῶν σαρκῶν ὑπεκτήκουσιν· ὁμοίως καὶ μοτοὶ τιλτοὶ ἐκ ράκους ἐν ἄλμῃ ὀριματέρα βραχέντος καὶ ἠφανθέντος πεποιημένου καὶ ἐπιτιθέμενοι τὰ μέτρια τῶν ὑπερσαρκωμάτων ὑπεκτῆκει· ὁ δὲ ἰὸς μετὰ λεπίδος χαλκοῦ τῶν ἰσχυρῶς ἐστι καταστελλόντων. σύνθετα δὲ ἢ τε Ῥοδία καλουμένη ξηρὰ καὶ τὸ ψαρὸν, ἐπὶ τε τὸ ξανθόν, ἀδήκτως καταστέλλει· τὰς δὲ μεγίστας ὑπερσαρκώσεις ἄχρι βάθους ἐξαροῦσιν οἱ τε Φαυστιανοὶ τροχίσκοι λειοὶ ἐπιπαττόμενοι καὶ τὸ ἠλιοκαὲς ξηρίον. τὸ δὲ λαμβάνον ἀσβέστου λεπίδος τε χαλκοῦ καὶ μάννης ἴσον ποιεῖ καὶ πρὸς τὰ ὑπεραυξανόμενα καὶ μύκην ὁμοία ἀνακαθαίρει τε μετὰ μέλιτος καὶ πληροῖ μετὰ κηρωτής.