Ancient Greek
376.2 to 376.9
Paulus, Epitomae Medicae Libri Septem 376.2-9
Unproofread scanNot analysed yet
Χαλκίτεως, μίσυος ὠμῶν ἀνὰ <ῥ, λεπίδος σιδήρου <ἰς, κηκίδος 4 ὀμφακίτιδος <ἦ. 4 Πρὸς νομὰς καὶ σηπεδόνας. Ἄλῶν <β, στυπτηρίας οἰασδήποτε κεκαυμένης <ᾱ, λεπίδος, κιχήρεως κεκαυμένης ἴσα· ποιεῖ καὶ ἰὸς ξυστὸς μετὰ μίσυος κεκαυμένου ἀναληφθέντα πίττη ὑγρᾷ καὶ λεπὶς σιδήρου σὺν ἐλαίῳ. 5 Πρὸς νομὰς αἰδοίου ταῦτά τε καὶ τὸ λεγόμενον ἀρμόσει μελιτήριον τὸ τε δι’ ὀξυυρ- 6 Πρὸς τὰ πλαδαρὰ καὶ δυσωδῆ Λημνία σφραγὶς δι’ ὄξους ἢ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ οἴνου ἀνειμένη εἰς πηλώδη σύστασιν καταχρισθεῖσα ποιεῖ ἢ κυπαρίσσω τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ ἁπαλὰ ἢ κολοκύνθης ξηρὰς κεκαυμένης τέφρα ἢ πλατάνου φλοιοῦ κεκαυμένου ἢ ἄνθου κεκαυμένου