Ancient Greek
38.1
Paulus, Epitomae Medicae Libri Septem 38.1
Unproofread scanNot analysed yet
λη´. Περί πλεονασμοῦ σπέρματος. Τινὲς δὲ σπέρμα πολὺ θερμὸν ἀθροίζοντες, εἶτα ἐπιγιγόμενοι πρὸς ἀφροδίσια καὶ ἀποκρίνοντες αὐτὸ τὸ τε σῶμα ἀθενὲς ἔχουσι καὶ τὸν στόμαχον ἐκλυτὸν καὶ λεπτύνονται τε καὶ ξηραίνονται, ἀποχόμενοι δὲ αὐθὶς διὰ ταῦτα ἀφροδισίων κεφαλὴν τε βαροῦνται καὶ ἀώδεις γίνονται, κἄπειτα εὐθὺς ὀνειρώσαντες πάσχουσι τὰ αὐτά. δεῖ τοίνυν τῶν μὲν πολυσπέρμων μηδὲν προσφέρεσθαι, τῶν δὲ φθειρόντων αὐτὸ καὶ τροφῶν καὶ φαρμάκων λαμβάνειν, καὶ μετὰ λουτρῶν ἀλείφεσθαι τὴν ὀσφὺν ῥοδίνῳ τε ἐλαίῳ καὶ μηλίνῳ καὶ ὀμαρακίνῳ· βέλτιον δὲ αὐτὰ παχύτερα ποιούντας χρίειν κηροῦ μιγνύντας καὶ χυλοῦ τινος τῶν ψυχόντων, ἀείζῳου φημὶ καὶ στρύχνου καὶ κοτυληδόνος καὶ ψυλλίου. κατὰ μὲν τὸ θέρος τούτων, κατὰ δὲ τὰς ἄλλας ὥρας ἄλλων τε καὶ τοῦ τῆς θριδακίνης χυλοῦ καὶ τοῦ λινοςπέρμου ἐψηθέντος ὕδατι· ψυχοντα γὰρ καὶ τοῦτο ποιεῖ χυλόν. καὶ λεπτὰ δὲ μολυβδίνῃ ταῖς ψόαις ὑποτιθεμένη κωλύει τοὺς ὀνειρωγμοὺς· καὶ βοτάναι δὲ ὑποστρωννύμεναι τῶν ψυχουσῶν μετὰ πηγάνου καὶ τῶν ἄκρων τοῦ ἄγνου τῶν ἁπαλῶν τὸ αὐτὸ ποιοῦσι καὶ σπέρμα τοῦ λίνου καὶ πηγάνου ἐσθιόμενα. φυλάττεσθαι δὲ δεῖ σφοδρῶς ψύχειν τὰς ψόας, ὅπως ἂν μὴ βλαβείεν οἱ νεφροί.