Ancient Greek
384.2 to 384.4
Paulus, Epitomae Medicae Libri Septem 384.2-4
Unproofread scanNot analysed yet
ὅταν δὲ ἐκτυλωθῇ, ἰῶ ἑφθῶ μετὰ μέλιτος καθαρωτάτου ὀκτα-πλασίου ἀνακάθαιρε ποιῶν κολλούρια· μετὰ δὲ τὸ ἐκτυλωθῆναι σαρκω-τικοῖς δεῖ χρήσθαι. Κολλούριον σαρκωτικόν. ἁλός, σμύρνης, ἄμμωνιακοῦ, ἰῶν λεπτῶν κεκαυμένων τῆς τέφρας ἴσον· ὕδατι λειώσας πλάσσε κολλούρια καὶ ἐντίθει. Ἄλλο. σμύρνης, ἁλός, λιβάνου, σιδίων τὸ ἴσον· ἀναλάμβανε ὕδατι (τινὲς χολὴ ταυρεία). σαρκοὶ δὲ καὶ τὸ ὀμφάκιον ἐγκλυζόμενον. οἴδ᾽ά τινα κεδρία κλύζοντα τὰς κύριγγας, καὶ θαυμαστῶς ἐπετύγ-χανεν.