Ancient Greek
384.8
Paulus, Epitomae Medicae Libri Septem 384.8
Unproofread scanNot analysed yet
ν᾽. Περὶ τῶν ἀναρρηγνυμένων. Τινὰ δὲ τῶν ἑλκῶν ἐπουλούμενα πολλάκις μετὰ χρόνον οὐ πολὺν αὐθὶς φλεγμαίνει τε καὶ ἀναρρήγνυται· παθόντος γὰρ ὀστοῦ τινος ἐνίοτε ἢ ἐπικειμένη σάρξ ἐπουλοῦται μὲν ῥαδίως καὶ ὑγιὲς εἶναι δοκεῖ τελῆς, πάλιν δὲ ἰσχυρῶς ἐπιρρέοντος κατ᾽ ὀλίγον ἐκ τοῦ φθειρομένου κατὰ [τὸ] βάθος ὀστοῦ φλεγμονὴ τε καὶ πύον ὑπογίνεται τὴν οὐλὴν ἀναξαίνον. τίς οὖν ἡ θεραπεία τῶν τοιούτων ἑλκῶν; ἕηρανεις ἐπὶ τοσοῦτον, ὡς ἀποστηναι τὸ πεπονθὸς ὀστοῦν. ῥαδίως οὖν ἀναπλεύσει