Ancient Greek
388.1
Paulus, Epitomae Medicae Libri Septem 388.1
Unproofread scanNot analysed yet
τῶν σφαιρίων ὁ χνοῦς, μάλιστα ὅτε τὸν ἐπίπαγον ἀποβάλη· ἴδιως δὲ μυκτήρος αἱμορραγίαν ἐντιθέμενα στέλλει ὀξυχοίνου καρπός, κνίδης φύλλων χυλός, χαλκίτις, ἄνθυλις κεκαυμένη, τρίχες λαγωοῦ, νάρθηκος τὸ μέσον καυθὲν cὺν ὄξει, ὄνις ξηρὰ ἢ ὑγρὰ, χυλὸς πράσου μετὰ λιβάνου ἐλλυχνίῳ ἀναληφθεῖς. σύνθετα δὲ πάσης αἱμορραγίας εἰσὶ φάρμακα τάδε· σπόγγον καινὸν εἰς ὑγρὰν πίτταν δεύσας καὶ ἀσφάλτῳ καταπλαξας ἐν χύτρα καινῇ καῦσον, τῆς δὲ σποδίας μέρη β βαλὼν μίγχε μολιβδοῦ μέρος α καὶ στίμews μέρος α.