Ancient Greek
388.6
Paulus, Epitomae Medicae Libri Septem 388.6
Unproofread scanNot analysed yet
νδ'. Περὶ νευροτρώτων. Τὰ τετρωμένα τῶν νεύρων ἢ νυγέτα τὴν φλεγμονὴν καὶ τὴν ὀδύνην ὑπερβάλλουσαν ἔχει διὰ τὸ περιττὸν τῆς αἰσθήσεως· διὸ καὶ πυρετοὶ καὶ σπασμοὶ τούτοις περιγίνονται, τινὶ δὲ καὶ παραφροσύνη διὰ τὴν πρὸς τὸν ἐγκέφαλον τῶν νεύρων συνέχειαν· ἐξὼ δὲ καὶ κατ' ἄλλα χωρία τοῦ τρωθέντος μορίου φλεγμοναὶ καὶ ἀποστάσεις εἰώθασί γίνεσθαι κατ' αὐτοῦ τοῦ νεύρου τοῦ τρωθέντος διὰ τὴν συνἔχειαν αὐτοῦ. δεῖ οὖν τὴν τοῦ δέρματος τρώσιν διατηρεῖν ἀκόλλητον, ἵνα δι' αὐτῆς οἱ ἰχώρες ἐκρέοιεν, ἐπὶ δὲ τῶν νυγμάτων, εἰ τυφλὰ φαίνοιτο, καὶ προσεπιτέμνειν δύο διαιρέσεις τεμνούσας ἀλλήλας. ἐν δὲ τοῖς βοηθήμασιν, εἰ πληθωρικὸν εἴη τὸ σῶμα καὶ ἡ φλεγμονὴ μεγάλη, πρῶτον ἀπὸ φλεβοτομίας ἀρχέσθαι· κακοχύμου δὲ φαινομένου τοῦ σώματος καὶ καθάρεσι χρηστέον. φάρμακα δὲ προσαγέσθω τῷ τραύματι τὰ τὴν ὀδύνην πραΰνοντα καὶ τὴν ἔκροην ἀναστωμοῦντα, μὴ γεγονυίας μάλιστα τῆς ἐπιδαιρέσεως. τὸ μὲν οὖν θερμὸν ὕδωρ τὸ ταῖς