Ancient Greek
390.1
Paulus, Epitomae Medicae Libri Septem 390.1
Unproofread scanNot analysed yet
τις κατ’ ἀγρὸν μηδενὸς εὐπορῶν πρόπολιν πρόσφατον καὶ λιπαρὰν ἐντιθέναι κατὰ τοῦ τραύματος ἢ ζύμην, μάλιστα παλαιάν, μόνην τε καὶ μετὰ τῆς προπόλεως μίζας ἢ μετὰ ὅπου τιθυμάλλου. τοῖς καταπλάσμασι δὲ τοῖς δι’ ὀξυμέλιτος ἢ στακτῆς κονίας μετὰ ἀλεύρου κυάμῳν ἢ ὀρόβων ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ κριθῶν ἢ πάλης ἀλφίτων οὐ μόνον ἐπὶ τῶν φλεγμαινόντων ἀλλ’ ἤδη καὶ κατ’ ἀρχὰς εὐθέως κεχρῆσθαι δεῖ· τὰ δὲ χαλακτικὰ τῶν καταπλασμάτων ἐπὶ τῶν νευροτρώπων ἀεὶ παρατείσθαι δεῖ. εἰ δὲ μὴ νυγεῖν τὸ νεῦρον, ἀλλὰ σαφεῖ τῇ τομῇ τρωθείη διαιρεθέντος καὶ τοῦ προκειμένου δέρματος, ὡς γυμνὸν φαίνεσθαι τὸ νεῦρον καὶ ὀρθίον, οὐκ ἐγκάρσιον, διηρημένον, τῶν προειρημένων δι’ εὐφορβίου καὶ τῶν οὕτω δριμέων οὐδενὶ χρήση· γυμνὸν γὰρ ὄν τὸ νεῦρον οὐκ οἶσει τὴν δύναμιν αὐτῶν σφοδρὰν οὖσαν. τὴν τίτανον οὖν παραλήψῃ πεπλυμένην πολλάκις ἐν ὕδωρ θερμῇ πλείονι τῷ ἐλαίῳ δευομένην. καλὸν δὲ καὶ τὸ διὰ πομφόλυγος καὶ τὸ διὰ μέλιτος ἐν ῥοδίνῳ πλείονι τακέν. δεῖ δὲ μηδὲν τῆς τρώσεως ψαύειν· αἰσθητικὸν γὰρ ἐστὶ τὸ νεῦρον καὶ τῇ κράσει ψυχρόν καὶ συνεχὲς τῇ κυριωτάτῃ τῶν ὀρχῶν. ἀλλ’ οὐδ’ ἐλαίῳ καταιονᾶν προσῆκει τὸ τοιοῦτον ἕλκος· ῥυποῦται γάρ, ἀπομάττειν οὖν μόνον τοὺς ἰχώρας δεῖ μαλακὸν ἐρίων ὑπαλείπτρῳ περιελίττοντας. πάντων δὲ κατὰ γνώμην προχωρούντων ἀκίνδυνον γλυκεῖ διαβρέχειν· ἐπὶ δὲ τῶν ἰχυροτέρων καὶ τῷ Πολυείδου τροχίσκῳ μετὰ σιραίου θερμῷ διαμῶτῳ χρήσθαι. μετὰ δὲ τὸ σκεπασθῆναι τὸ γεγυμνωμένον νεῦρον τοὺς μοιούς ἐξωθεν περιβάλλειν δεῖ τινὶ τῶν πρὸς τὰς στενὰς τρώσεις ποιούντων, οἷον τῷ δι’ εὐφορβίου ἢ τῷ διὰ τῆς κόπρου τῶν περιστερῶν, συμπεριλαμβάνοντα πολὺ καὶ τῶν ὑγιεινῶν μερῶν. τῆς τρώσεως δὲ ἐγκαρσίας γενομένης ὁ μὲν κίνδυνος τοῦ σπασθῆναι μειζών, τὰ δὲ τῆς θεραπείας καὶ ἐπὶ ταύτης ὁμοία, πλὴν ὅτι τῆς τρώσεως ἐπὶ προσφάτου τυγχάνουσης ῥαφαῖς ἐχρῆσαντό τινες καὶ τῶν κολλητικῶν τινὶ φαρμάκων· ἀλλὰ δεῖ τὰς ῥαφὰς μὴ λίαν ἐπιπολῆς διδόναι, ἵνα μὴ τὸ βάθος ἀκόλλητον μείνῃ, ἀλλὰ βαθυτέρας, φυλαττόμενον μέντοι τὸ πάλιν ὑπὸ τῆς βελόνης νυγήναι τὸ νεῦρον. εἰδέναι δὲ καθάπαξ ἐπὶ τῶν νευροτρώπων, ὅτι τὸ τὰ νύγματα