Ancient Greek
392.1
Paulus, Epitomae Medicae Libri Septem 392.1
Unproofread scanNot analysed yet
9 αὕτη μὲν ἡ διὰ τῶν ἀπλουστέρων βοηθημάτων ἐπὶ τῶν νευροτρώτων ἱασὶς ἀρκοῦσα πρὸς τὴν ὅλην θεραπείαν. τινὲς δὲ καὶ πολυσυνθέτοις ἐπὶ αὐτῶν εἰώθασιν χρῆσθαι φαρμάκοις, ὁποῖά ἐστι τὸ τε διὰ τῶν μεταλλικῶν καὶ αἱ βάρβαροι προσαγορευόμεναι τὸ τε κίσσινον καὶ 5 τὸ διὰ τοῦ ἡριγέρωντος καὶ τὸ μελάχχλωρον ἢ τε Ἰνδικὴ καὶ ἡ ἄρμονία καὶ ἡ Ἀθηνᾶ, ὧν τὰς συνθέσεις καὶ τὸν τῆς χρήσεως τρόπον κατὰ τὸ ἕβδομον εὑρήσεις βιβλίον. ἐπεὶ δὲ τινες τῶν Ζαπλούτων καὶ πολυτελέσιν ἐπὶ τῶν νευροτρώτων ἀξιοῦσι χρῆσθαι φαρμάκοις, ὁ Γαληνὸς ἀνεγράψατο πρὸς μὲν τὰ νύγματα τῶν νεύρων τάδε· κινναμώμου Γ α, 10 δικτάμνου Γ α, μαράθρου Γ α, ἀμαράκου Γ β, κηροῦ Γ η, ὀποβαλσάμου Γ ι, τερειβινθίνης Γ α.