Ancient Greek
44.2
Paulus, Epitomae Medicae Libri Septem 44.2
Unproofread scanNot analysed yet
Δεῖ δὲ καὶ τῆς τῶν ὑδάτων ἀρετῆς τε καὶ κακίας ἐμπείρους εἶναι· πολύχρηστα γὰρ τὰ ὕδατα σχεδὸν ἀπάντων μᾶλλον ἐστὶν εἰς ἅπασαν τὴν δίαιταν. εἰδέναι χρὴ τοίνυν τὸ ἄριстон ὕδωρ ἀπιόστατον εἶναι καὶ κατὰ γεῦσιν καὶ κατ' ὀσμήν· εὐθὺς δὲ τοῦτο καὶ ἡδίστον ὑπάρχει τοῖς πίνουσι καὶ ὀφθῆναι καθαρόν. ὅταν δὲ καὶ ὑποχωρῇ τῶν ὑποχονδρίων ταχέως, μηδὲ ζητεῖν ἕτερον ἄμεινον· τὰ γὰρ ἐν τοῖς ὑποχονδρίοις χρονίζοντα καὶ τὴν γαστέραν πλήττοντα καὶ ἐμφυοῦντα καὶ βαρύνοντα μοχθηρὰ νομιστέον. οὔτε δὲ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων, ἀλλὰ καὶ τὰ ἐν αὐτοῖς ἐψόμενα βραδύτατα καὶ κάκιον ἕμεται. βέλτιον μὲν οὖν τῇ πείρᾳ κρίνειν τὸ τοιούτον ὕδωρ· ὁ βουλόμενος δὲ καὶ διὰ γνωρισμάτων διαγιγνώσκειν τοῖς ῥηθεκομένοις κρινέτω. τὰ μὲν γὰρ πρὸς ἄρκτους ἐστραμμένα καὶ τὸν ἥλιον ἀποστραφέντα βραδύπορά τέ ἐστι καὶ ἀτέραμνα καὶ θερμαίνεται καὶ ψύχεται βραδέως· τὰ δὲ πρὸς ἀνατολὰς διὰ πύρου τινὸς ἢ γῆς ἠθούμενα τάχιστα θερμαίνεται καὶ τάχιστα ψύχεται. ταῦτα ἐλπίζειν εἶναι κάλλιστα· καλὰ δὲ καὶ, ὅσα θέρους μὲν ψυχρότερα, χειμῶνος δὲ θερμότερα. τινὲς δὲ καὶ τῷ σταθμῷ δοκιμάζουσι τὰ κοῦφα νομίζοντες εἶναι κρείττω· τοῦτο δέ, εἰ μὲν πρὸς τοῖς ἄλλοις ὑπάρχει τοῖς εἰρημένοις, ἐπαινείται, μόνον δὲ οὐκ ἐξαρκεῖ τεκμήριον εἶναι τῶν ἀγαθῶν. κουφότατα δέ, ὡς φησιν Ἱπποκράτης, τὰ ὀμβρία καὶ γλυκύτατα καὶ λαμπρότατα καὶ λεπτότατα, διότι ὑπὸ τοῦ ἡλίου τὸ κουφότατον ἕλκεται καὶ λεπτότατον· ἄνγει δὲ οὐκ ἐκ μόνων τῶν ἄλλων ὑδάτων ἀλλὰ καὶ ἀπὸ τῆς θαλάττης κἂκ τῶν σωμάτων αὐτῶν· διὸ καὶ εὐσηπτότατά ἐστι πάντων ὡς ἂν ἀπὸ διαφόρων ποιότητων συνιστάμενα. μὴ τις δὲ ὑπολάβῃ κάκιστον εἶναι τὸ εὐσηπτον ὕδωρ· τὸ γὰρ εὐαλλοίωτον πρὸς ἀρετῆς μᾶλλον ἐστὶν ἢ κακίας, ὥστε, ὅταν ἔχον τὰ γνωρίσματα τῶν ἀρίστων ὑδάτων εὐσηπτον ὑπάρχῃ, κάλλιστον ὑποληπτέον αὐτό· τρέπεσθαι μὴν ἀρχόμενον τοῖς πιούσιν αἴτιον βράγχων τε καὶ βηχῶν καὶ βαρυφωνίας καθίσταται. αὐτῶν δὲ τῶν ὀμβρίων ὑδάτων τὸ θερινόν