Ancient Greek
48.1
Paulus, Epitomae Medicae Libri Septem 48.1
Unproofread scanNot analysed yet
νε´ Ὁδοιπορουσὶ δίαιτα. Πρὸς τὰς πορείας ῥᾳστα ἂν τις ἀπαλλάττοι λιπαρὸς ὢν καὶ μὴ συντόνως πορευόμενος, ἐπὶ δὲ τοῦ μὲν θέρους ταινία μαλακὴ πλάτος ἐξ ἢ ἐπτὰ δακτύλους ἔχουσι μήκος δὲ μὴ ἐλαττον πέντε πηχῶν κατεῖλημένος τὴν ὀσφὺν ἄχρι τῶν λαγόνων. καὶ ἡ βακτηρία δὲ χρησίμη γίνεται παρὰ τὰς πορείας· ἐν μὲν γὰρ τοῖς κατάντει προβαλλόμενος ἴσχει τὸ σῶμα προπετὲς γινόμενον καθάπερ τινὶ κοντῷ, ἐν δὲ τοῖς ἀνάντεσιν ἐπερειδόμενος ῥᾷον ποιεῖ τὴν εἰς τὸ πρόσαντες κίνησιν τοῦ σώματος. διαναπαύσεως μὲν οὖν γινομένης ἐν ταῖς πορείαις ἄλειμμα καὶ μικρὰ σίτου προσφορὰ τῶν θερινῶν τινος καὶ πῶμα μέτριον ἀρμόττει ταύτην τὴν ὥραν καὶ μετὰ τὸ ἄριστον ἀνάπαυσιν πρὸ τοῦ πορεύεσθαι, συνείρειν δὲ ἀναγκαζομένω καὶ διψῶντι λεπτὸν ἄλφιτον ἐφ’ ὕδατι μεθ’ ἁλὸς μετρίου πίνειν. τὰ δὲ καύματα καὶ τοὺς ἡλίους εὐλαβεῖσθαι δεῖ μηδὲ γυμνὸν ἡλιούμενον τὸ σῶμα ἀλλὰ σκεπασάμενον, ὅπως μὴ σκληρύνθαι ξηραίνόμενον παρὰ τὴν πορείαν· οὕτω γὰρ ἂν ὁ τε κόπος ἧττον συμβαίνοι, καὶ τῶν εἰρημένων παθῶν οὐδὲν ἂν γένοιτο ὁμοίως. τοῦ δὲ χειμῶνος ψυχροῦ ὄντος πρὸ τῆς πορείας λαπαχθέντα καὶ ἀλειψάμενον σιτίων τῶν χειμερινῶν τι πολὺ καὶ πῶμα μικρὸν ἀρμόττει λαβεῖν καὶ εἰλίξασθαι ταινίαν μακροτέραν μὴ μόνον τὴν ὀσφὺν ἀλλὰ καὶ τὴν ῥάχιν καὶ τὸ στῆθος εὖ καὶ καλῶς. διαναπαυόμενος δὲ ἐν τῇ τοιαύτῃ παρηγορίᾳ γινομένου ψύχους ἱκανοῦ μήτε ἀλείφεσθαι μήτε σιτίον μήτε πῶμα λαμβάνειν βελτιόν ἐστι μήτε ἄλλην τινὰ παρηγορίαν, εἰ μὴ μέλλοι τις αὐτοῦ καταμένειν. μετὰ δὲ τὰς πορείας τὰς μακρὰς καὶ τοὺς ἄλλους πόνους τοὺς ἰσχυρούς, κἂν μὴ κοπιᾷ τις, δεῖ θεραπεύειν αὐτὸν καθάπερ τοὺς κοπιῶντας· ἧττον γὰρ ἂν οὕτως ἀποβαίνοι τι δυσχερές.