Ancient Greek
49.2
Paulus, Epitomae Medicae Libri Septem 49.2
Unproofread scanNot analysed yet
vζ’ Περὶ σαρκῶν καθαίρεσεως. Ὅταν εἰς πολυσαρκίαν ἄμετρον ἐκτραπῇ τὸ σῶμα, τῆκει αὐτὸ καὶ καθαίρειν χρή. δέδεικται δὲ ἡ θερμότερα κράσις ἰχνὸν ἐργαζομένη τὸ σῶμα· τοιαύτην οὖν σοι ποιητέον ἐστὶ τὴν τῶν παχέων, εἰ μέλλοι γενήσεσθαι σύμμετρος. μεμάθηκας δέ, ὡς ὀξέα γυμνάσια καὶ δίαιτα λεπτύνουσα καὶ φάρμακα τοιαῦτα καὶ τῆς ψυχῆς αἱ φροντίδες ἀποφαίνουσι τὴν τε κράσιν ὅλην ξηροτέραν καὶ δι’ αὐτὴν τὸ σῶμα λεπτότερον. τὰ μὲν οὖν τῆς λεπτυνούσης διαίτης πρόδηλα· φάρμακα δὲ τὰ σφοδρότερα πηγάνου τὸ σπέρμα, καὶ μάλιστα τοῦ ἀγρίου, σὺν τοῖς κορύμβοις καὶ ἀριστολογίᾳ στρογγύλῃ καὶ τὸ λεπτὸν κενταύριον ἢ τε γεντιανὴ καὶ τὸ πόλιον, ὅσα τε τῶν οὐρητικῶν ἰσχυρότερα, καθάπερ τὸ πετροσέλινον· ἕκαστον γὰρ τῶν τοιούτων καὶ αὐτὸ καθ’ ἑαυτὸ καὶ σὺν ἀλλήλοις πάντα λεπτύναι τε τοὺς χυμοὺς ἰκανὰ καὶ κενῶσαι. ἀλλὰ