Ancient Greek
50.2
Paulus, Epitomae Medicae Libri Septem 50.2
Unproofread scanNot analysed yet
νη. Πῶς ἀνατρέφειν δεῖ τοὺς κατισχνωθέντας. "Οσους δὲ ἀνατρέφειν βουλόμεθα καταλεπτυσμένους, οἶνον μὲν δώσομεν τὸν παχύν, ἔδεσματα δὲ παχύχυμα, καὶ γυμνάσια δὲ τὰ βρα- 20 δέα καὶ τριῶν μετρίαν καὶ ἀπλῶς εἰπεῖν ἅπαντα τοῖς προειρημένοις τὰ ἐναντία. ἐπιτήδειον δὲ ἐστιν αὐτοῖς καὶ τὸ πιτοῦσθαι δι’ ἡμερῶν τριῶν ἢ τεττάρων. εἰ δὲ νῆστις λούοιτο, πρὸ τοῦ λουτροῦ χρὴ σινδόσιν ἀνατρίβειν τὸ σῶμα, μέχρις ἂν φοινιχθῇ, κἄπειτα σκληρία μὴ πολλῇ πιλοῦντα τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἐργάζεσθαι. δεῖ δὲ καὶ ὀδυ- 25 θυμίας ἐμποιεῖν τοῖς ἄχροοῦσί τε καὶ ἄτροφοῦσι καὶ συγκινήσεις ψυχικάς.