Ancient Greek
52.1
Paulus, Epitomae Medicae Libri Septem 52.1
Unproofread scanNot analysed yet
ἀπτομένοις θερμότερα καὶ πιμελῆς ἥπτον ἔχοντα, τῇ δὲ χροῖᾳ ἐξερυθρα καὶ μελανότριχα καὶ μετρίως δασεὰ καὶ εὐρείας ἔχοντα τὰς φλέβας· εἰ δ’ ἄμα τις εἴη πιμελώδης τε καὶ παχύς καὶ τὰς φλέβας εὐρείας ἔχοι, δι’ ἕθος οὕτος, οὐ φύσει, πιμελώδης ἐγένετο. ψυχροτέρας δὲ κράσεως σημεῖα τὸ ψυχρὸν ἀπτομένοις, τὸ ἄτριχον, τὸ πιμελώδες· ἡ χροῖα δὲ τοῖς τοιούτοις ἄμα ταῖς θριξὶ πυρροτέρα, πολλῆς δὲ τῆς ψύξεως οὕσης πελιδνὴ πῶς ἐστι καὶ μολιβδόχρους, καὶ στενὰς δὲ ἔχουσι τὰς φλέβας· ἰχνὸς δὲ ὑπάρχων οὐδὲ οὕτος ἐξ ἀνάγκης τοιοῦτος, ἀλλὰ διὰ ἕθος, ἐγένετο. ἡ δὲ ξηρὰ σκληροτέρα τέ ἐστι καὶ ἰχνωτέρα τῆς εὐκράτου καὶ δασεία. ἡ μὲν οὖν σκληρότης ἀχώριστός ἐστι τελὲς τῆς ξηρᾶς κράσεως, ἡ δὲ ἰχνότης οὐ μόνον ἔπεστι ταῖς συμφύτοις κράσεσιν, ἀλλὰ καὶ ταῖς ἐπικτήτοις ἐξ ἕθους μακροῦ γινομέναις. σημεῖον δὲ τῆς ξηρότητος καὶ τὸ δυσκίνητον καὶ ξηρὸν καὶ αὐχηρὸν ὑπὸ τῶν ξηραινόντων γίνεσθαι τὸ σῶμα. ἡ ὑγρὰ δὲ τὰ μὲν ἄλλα παραπλησίως ἐστι τῇ εὐκράτῳ, μαλακωτέρα δὲ καὶ πολυσαρκωτέρα· καὶ ταύτης ἀχώριστός ἐστιν ἡ μαλακότης, ὥσπερ γε καὶ ἡ παχύτης, οὐ τῇ συμφύτῳ μόνον ἐπομένη κράσει, ἀλλὰ κἂν ἐξ ἕθους τινὸς μακροῦ λάβῃ τὴν σύστασιν. ἴδιον δὲ ἐστιν ὑγρότητος καὶ τὸ βαρύνεσθαι τὸ σῶμα ὑπὸ τῶν ὑγροτέρων. ἡ δὲ θερμὴ καὶ ξηρὰ δασεία μὲν ἐσχάτως ἐστί, τὰς δὲ τῆς κεφαλῆς τρίχας εὐαυξέστατας καὶ μελαῖνας καὶ πολλάς ἔχει κατὰ τὴν νέαν ἡλικίαν, ἐπὶ δὲ προσιόντι τῷ χρόνῳ καὶ φαλάκρωσις ἀκολουθεῖ. καὶ αἱ φλέβες δὲ εὐρεῖαι τυγχάνουσιν, ὥσπερ γε καὶ αἱ ἀρτηρίαι μεγάλοι τέ εἰσιν ἄμα καὶ σφοδρότατα σφίζουσι, καὶ δὴ καὶ σύντονον καὶ διηρθωμένον καὶ μυώδες καὶ ἀπίμελον ὅλον τὸ σῶμα, καὶ τὸ δέρμα σκληρὸν τε καὶ μελάντερον. ψυχρᾶς δὲ οὕσης καὶ ὑγρᾶς ὁ μὲν θώραξ στενός ἐστι, καθάπερ οὖν καὶ πᾶν τὸ σῶμα ψιλὸν τριχῶν, ἁπαλὸν καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖς θριξί, καὶ μάλιστα ἐν νεότητι, καὶ οὐ φαλακροῦνται γηρύντες. εὐθὺς δὲ καὶ δειλοὶ καὶ ἀτολμοὶ καὶ