Ancient Greek
55.2
Paulus, Epitomae Medicae Libri Septem 55.2
Unproofread scanNot analysed yet
Ξδ' Γαστρὸς κράσεως γνωρίσματα. Γαστρὸς δὲ γνωρίσματα τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιτο, καὶ ὀλίγον αὐτοῖς ἀρκοῖ πότον, καὶ βαρύνοντο τῷ πλείονι καὶ κλύδωνας ἴσχοιεν, εἰ ἐπιπολάζοι τὸ περιττεύον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δέ, εἰ μῆτε διψώδεις γίγνοιτο καὶ τὸ πλέον ὑγρὸν ἀλύπως φέροιεν ἐδέμασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερμοτέρα φύσει γαστὴρ πέττει μὲν ἀμείνων ἢ ὀρέγεται, καὶ μάλλον