Ancient Greek
56.2
Paulus, Epitomae Medicae Libri Septem 56.2
Unproofread scanNot analysed yet
ζε' Πνεύμονος διάγνωσις. Οὐ μόνον ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται καὶ ψυχροῦ καὶ θερμοῦ πόματος ὀρεκτικούς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία τε καὶ πνεύμων καὶ ἦπαρ. καὶ μὲν δὴ καὶ πίνοντες οὐκ αὐτίκα παύονται, καὶ τὸ ψυχρόν ποτὸν ἴσχησιν αὐτῶν μᾶλλον τὸ δίψος ἢπερ 25 τὸ πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις· οὕτω δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται, καὶ μέγιστὸν ἐστὶ γνώρισμα τοῦτο τῆς ἐν πνεύμονι ψυχρότητος· ἀλλὰ καὶ φλέγμα ἀναχρεμπτόμενοι μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ 30 πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαφαὶ τῷ φθέγματι, καθάπερ αἱ