Ancient Greek
59.2
Paulus, Epitomae Medicae Libri Septem 59.2
Unproofread scanNot analysed yet
ξη Τῆς τῶν ὄρχεων κράσεως διάγνωσις. Τῆς δὲ τῶν ὄρχεων κράσεως ἡ θερμὴ μὲν ἀφροδισιαστικὴ τέ ἐστι καὶ ἀρρενογόνος καὶ γόνιμος καὶ ταχέως δακύνει τὰ γεννητικὰ μόρια, συνεφάπτεται δὲ καὶ τῶν πέριξ· ἡ ψυχρὰ δὲ τάναντία. καὶ ἡ μὲν ὑγρὰ πολὺςπερμὸς τέ ἐστι καὶ ὑγρόσπερμος· ἡ ξηρὰ δὲ ὀλιγόσπερμος καὶ παχύσπερμος. ἡ θερμὴ δὲ καὶ ξηρὰ κράσις μετρίως παχυσπερμωτάτη τέ ἐστι καὶ γονιμωτάτη καὶ τάχιστα πρὸς συνουσίαν ἐπεγείρουσα τὸ ζῷον εὐθὲς ἐξ ἀρχῆς· ἀτὰρ οὖν οἱ τοιούτοι καὶ δακύνονται τάχιστα τὰ γεννητικὰ μόρια καὶ σύμπαντα τὰ πέριξ, ἄνω μὲν ἄχρι τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, κάτω δὲ μέχρι μέσων μηρῶν· ὀρμητικὴ μὲν οὖν ἡ τοιαύτη κράσις ἰκανῶς πρὸς τὰ ἀφροδίσια, τάχιστα δὲ ἐμπιπλαμένη καὶ, εἰ βιάσαιτο, βλαπτομένη. συνελθούσης δὲ ὑγρότητος τῇ θερμότητι λάσιοι μὲν οἱ τοιούτοι, πολὺςπερμοι δὲ μᾶλλον, οὐ μὴν ὀρέγονται μᾶλλον τῶν ἑτέρων, ἐξαρκοῦσι δὲ ἀβλαβέστερον ἀφροδισίοις πλείοσιν· εἰ δὲ ἰκανῶς ἅμψω συναυξηθείη τὸ τε ὑγρὸν καὶ τὸ θερμόν, οὐδὲ ἀβλαβῶς ἀπέχονται τῶν ἀφροδισίων. εἰ δὲ ὑγροὶ καὶ ψυχροὶ οἱ ὄρχεις τὴν κράσιν γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν, καὶ βραδέως ἀφροδισιάζειν ἄρχονται καὶ οὐδὲ ὀρμητικοὶ πρὸς τὴν ἐνέργειαν, ὑδατώδες δὲ καὶ λεπτὸν αὐτοῖς τὸ σπέρμα καὶ ἄτονόν ἐστι καὶ θηλυγόνον. ἡ ξηρὰ δὲ καὶ ψυχρὰ κράσις ὁμοία μὲν τὰλλα τῇ προειρημένῃ, παχύτερον δὲ αὐτοῖς τὸ σπέρμα καὶ παντάπασιν ὀλίγον.