Ancient Greek
69.4
Paulus, Epitomae Medicae Libri Septem 69.4
Unproofread scanNot analysed yet
π' Περὶ ὠραίων. Ἡ κολοκύντα ψύχει τε καὶ ὑγραίνει καὶ ὑπάγει γαστέρα, ἐστὶ δὲ ὀλιγότροφος. ὁ δὲ πέπων ὅλως μέν κακόχυμός τέ ἐστι καὶ ψυχρός καὶ ὑγρός καὶ ἐμετικός, μὴ πεφθείς δὲ καὶ χολέραν ἐργάζεται, ἐστὶ δὲ καὶ ῥυπτικὸς ἰκανῶς· τὸ δὲ σπέρμα αὐτοῦ διουρητικόν τέ ἐστι καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικόν. ὁ δὲ μηλοπέπων ἧττον τοῦ πέποντος ταῦτα 20 πάντα κέκτηται. ὁ δὲ σίκυος ἧττον μέν τοῦ πέποντος ψυχρός καὶ ὑγρός,