Ancient Greek
78.2
Paulus, Epitomae Medicae Libri Septem 78.2
Unproofread scanNot analysed yet
95. Περὶ μέλιτος καὶ μελικράτου. Τὸ μέλι ἐψώμενον μὲν τρέφει μᾶλλον ἢπερ ὑπᾶγει γαστέρα, μὴ ἐψώμενον δὲ τὸ ἀνάπαλιν· καὶ ταῖς μὲν ψυχαῖς καὶ ὑγραῖς κράσει συμβάλλεται, ταῖς δὲ θερμωτέραις ἐκχολοῦται. καὶ τὸ μελικράτον δὲ οὐ πᾶν τι τοῖς πικροχόλοις ὠφέλιμόν ἐστιν ἐκχολούμενον αὐτοῖς· συμφέρει τοίνυν ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδεσθαι τὸ μελικράτον. ἀνεπιτήδειον δὲ καὶ τοῖς ἔχουσιν ἐν πείσει τὰ σπλάγχνα. σκευάζειν δὲ τὸ μελικράτον κἂν ὀκταπλάσιον μιγνύντας ὕδωρ τοῦ μέλιτος καὶ οὕτως ἔχοντας, ἄχριπερ ἂν ἀφρίζων παύσηται· προσῆκει δὲ αἴρειν ἀπ’ αὐτοῦ συνεχῶς τὸν ἀφρὸν εὐθὺς ἅμα τῷ γεννᾶσθαι.