Ancient Greek
81.2
Paulus, Epitomae Medicae Libri Septem 81.2
Unproofread scanNot analysed yet
διαιρούμεθα δὴ τὸ σῶματιον εἰς μέρη τέσσαρα, κεφαλὴν, θώρακα, 2 κοιλίαν, κύστιν. ἐπειδὰν οὖν μέλλῃ πᾶθος περὶ τὴν κεφαλὴν ἐπὶ πλεῖον συνίστασθαι, προσχμαίνειν εἴωθεν σκοτόδινος καὶ ἀλγηδὼν κεφαλῆς καὶ βάρος ἐν ταῖς ὀφρύσιν, ἥχοι ὤτων, νυγμοὶ κροτάφων· οἱ ὀφθαλμοὶ τὸ 10 πρωὶ δακρύουσιν· μετὰ τοῦ ἀμβλυώσσειν καὶ ὀσφραίνεσθαι οὐδενός· τὰ οὐλὰ τῶν ὀδόντων μετέωρα γίγνεται. ὅταν οὖν τοιούτὸν τι προσημαίνη, τὴν κεφαλὴν δεῖ καθαίρεσθαι, φαρμάκῳ μὲν μηδενί, λαβὼν δὲ ὑσσώπου ἢ ὀρίγανου τὰς κεφαλὰς τρίψας καὶ ἀναζέσας ἐν χυτρίδιῳ μετὰ γλυκέος ἢ ἐφήματος ἡμικουτιλίου τοῦτο νῆστις ἀπορροφῶν δια- 15 κλύζου τὸ στόμα καὶ ἀναγargarίζων ἀποφλεγμάτιζε· ταύτης οὐκ ἔστιν ἐλαφροτέρα θεραπεία τῶν περὶ τὴν κεφαλὴν παθῶν. ἄριστον δὲ καὶ τὸ σίνπη διειμένον μελικράτῳ θερμῷ· τοῦτο νῆστις ἀπορροφῶν ἀναγαργarίζου καὶ ἀπορρευμάτιζε· δεῖ δὲ προθερμαίνειν τὴν κεφαλὴν συσκεπάσαντα, ὅπως ταχὺν τὸ φλέγμα εὐκόπως ὑπακούσῃ πρὸς τὴν ἐκροήν. 20 τοῖς δὲ ἀμελοῦσι τῶν τοιούτων σημείων τάδε εἴωθεν ἐπιγίγνεσθαι τὰ ἀρρωστήματα· ὀφθαλμίαι, ἀπογλαυκώσεις, τὰ ὦτα ῥήγνυνται, χοιράδες ἐν τῷ τραχήλῳ γίγνονται, ἐγκεφάλου φακελισμός, κόριζα, συνάγχη νύκτωρ, τερηδόνες, σταφυλή, τριχῶν μάδις, ἕλκεις κεφαλῆς, ὀδόντων πόνος. 25