Ancient Greek
84.1 to 84.3
Paulus, Epitomae Medicae Libri Septem 84.1-3
Unproofread scanNot analysed yet
ἔως ἰσῆμερίας φθινοπωρινῆς. χρῶ οὖν ψυχρῷ καὶ τοῖς εὐώδεσι πᾶσι καὶ ὡς ἥκιστα συνουσιάζε ἢ προσφέρου ἀκακώτερον, ἢ γέγραπται περὶ τῶν ἀφροδισίων. εἰς δὲ εἰς ἰσῆμερίαν φθινοπωρινὴν ἡμέραι ζγ. ἰσῆμερία φθινοπωρινή. αὕτη ἡ ὥρα αὐξεῖ ἐν ἀνθρώποις φλέγμα καὶ τὰ λεπτὰ ῥευμάτια ἕως πλειάδος δύσεως. δεῖ οὖν ἀποφλεγματίζειν καὶ προσφέρεσθαι δριμύτατα καὶ ὀπωδέστατα καὶ ἐμετοποιεῖσθαι ὡς ἐλάχιστα φιλοπонеῖν τε καὶ τοῦ συνουσιάζειν ἀπέχεσθαι. εἰς δὲ εἰς πλειάδος δύσιν ἡμέραι μδ. πλειάδος δύσις. αὕτη ἡ ὥρα αὐξεῖ ἐν ἀνθρώποις φλέγμα ἕως τροπῶν χειμερινῶν. δεῖ οὖν προσφέρεσθαι τὰ στρυφνότατα καὶ πίνειν οἴναριον ὡς ἥδιστα καὶ τοῖς λιπαροῖς χρήσθαι καὶ φιλοπонеῖν. εἰς δὲ εἰς τροπὰς χειμερινὰς ἡμέραι με.