Ancient Greek
89.4
Paulus, Epitomae Medicae Libri Septem 89.4
Unproofread scanNot analysed yet
ζ’ Περί κρίσιμων ἡμερῶν. Τῶν κρίσιμων ἡμερῶν αἱ μὲν εὐχῶς τε λύουσι καὶ πιστῶς καὶ ἀγαθῶς τελείως τε καὶ σαφῶς καὶ ἐπισήμως, αἱ δὲ ταύταις ὑπεναντίως· ἡ δὲ τρικαιδεκάτη μεταξὺ πως ἔχουσα δέδεικται. καὶ εἰσι μὲν αὐτῶν, αἱ κρίνειν πεφύκασιν, κἂν βραχείας ὁρμῆς φύσεως λάβωνται, καθάπερ ἡ ἑβδόμη καὶ τεσσαρεσκαίδεκάτη, αἱ πολλαὶ δὲ ἐν μὲν ταῖς σφοδροῖς κινήσει κρίνουσιν, ἄλλως δὲ οὐ δύνανται. ἀλλ’ οὔτε πᾶσαι αἱ ἀγαθαὶ ὁμοίως εἰσὶν ἀγαθαὶ οὔδὲ πᾶσαι αἱ κακαὶ ὁμοίως κακαὶ οὔδὲ κατὰ τάξιν ἔχουσι τὸ χρηστὸν ἢ τὸ ἐναντίον. αἱ μὲν οὖν τοῦ πρώτου στοίχου τοῦ τῶν ἀγαθῶν οὕσαι χοροῦ τόνδε τὸν τρόπον εἰσίν· ἀρίστη μὲν πασῶν ἡ ἑβδόμη τε καὶ τεσσαρεσκαίδεκάτη, πλησίον δὲ τούτων ἐνάτη καὶ ἕνδεκάτη καὶ εἰκοστή, καὶ ταύταις ἐγγὺς ἑπτακαιδεκάτη τε