Ancient Greek
96.1
Paulus, Epitomae Medicae Libri Septem 96.1
Unproofread scanNot analysed yet
δὲ χρόνου κινήσεως καὶ ἡρεμίας πρὸς χρόνον κινήσεως καὶ ἡρεμίας ἢ κινήσεως πρὸς κίνησιν, οἷον διαστολῆς πρὸς συστολήν, ἡρεμίας πρὸς ἡρεμίαν, οἷον τῆς ἔξω πρὸς τὴν ἔκτος. διαφοραὶ δὲ τοῦ ῥυθμοῦ αἱ πρῶται δύο, εὐρυθμὸς τε καὶ ἄρυθμος, ἄρυθμόν μου λέγοντος οὐ τὸν 5 μηδένα ῥυθμὸν ἔχοντα (τοῦτο γὰρ ἀδύνατον) ἀλλὰ τὸν κατάρρυθμον, ὥσπερ ἄφωνόν τε καὶ ἀτράχηλον λέγομεν. τοῦ δὲ ἀρύθμου διαφορὰ τριττή· ὁ μὲν γὰρ ἐστὶ παράρρυθμος μετρίαν ἔχων τῆς εὐρυθμίας παρατροπήν, ὁ δὲ ἐτερόρρυθμος ἐπὶ πλεόν παρατραπεὶς, ὁ δὲ ἔκρυθμος ὁ παντελῶς διασθεὶς τὴν εὐρυθμίαν· οἷον σημείουμένου σου παιδίου 10 ὁ μὲν ἴδιος τῆς παιδικῆς ἡλικίας κατὰ τὸν ῥυθμὸν σφυγμὸς εὐρυθμὸς καλεῖται, ὁ δὲ τῆς ἀκμαστικῆς ἐτερόρρυθμος, ὁ δὲ μηδὲ τὸν ταύτης διασῶζων ἔκρυθμος προσαγορεύεται.