Ancient Greek
115.1
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 115.1
Unproofread scanNot analysed yet
37. Eustath. p. 776, 33. Παυσανίας ἐν τῷ κατ’ αὐτὸν λεξικῷ λέγει, ὅτι ἀλκυονίδες ἡμέραι αἱ ἐν χειμῶνι νῆρεμοι καὶ γαλήνην ἔχουσαι καὶ ὅτι περὶ τοῦ αὐτῶν ἀριθμοῦ διαφέρεται. Σιμωνίδης μὲν γὰρ πέντε φησὶν αὐτὰς καὶ Ἀριστοτέλης, Δημαγόρας δὲ ὁ Σάμιος ἑπτὰ, Φιλόχορος δὲ ἐννέα. [ὅτι 5 δὲ καὶ δεκατέσσαρες εἰσιν, ἕτεροι λέγουσιν]. ὁ δ’ αὐτὸς Παυσανίας μῦθον ἐπ’ αὐταῖς καὶ τοῦτόν φησιν· Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες Φθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήρη, Δριμώ, Ἀστερίη. αὐτὰ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὁ ἐστιν ἄκρον Παλλήνης [μέχρι καὶ νῦν 10 φυλάσσον τὴν κλῆσιν] ἔρριψαν ἑαυτὰς εἰς θάλασσαν. Ἄμφιτρίτη δ’ αὐτὰς ὀρνίθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς ἀλκυόνες ἐκλήθησαν, ἀφ’ ὧν αἱ ἀλκυονίδες ἡμέραι. ἰστέον δὲ ὅτι κήρυλλοι (sic) κατὰ Παυσανίαν ἐν ἀλκυόων οἱ ἄρσενες, οἱ γηρόδαντες, φησιν, ὑπὸ τῶν θηλειῶν βαστάζονται1).