Ancient Greek
131.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 131.3
Unproofread scanNot analysed yet
72. Eustath. p. 302, 27. ἰστέον δὲ ὅτι ἐν τοῖς Παυσανίου φέρεται, ὅτι Ἀρχὰς κυνῆ¹) ἐλέγετό τις, ἤτοι Ἀρκαδικὸς πῖλος, διὰ τὸ ἔχειν ὡς εἰκὸς τι διάφορον πρὸς τὰ ὁμοειδῆ, καὶ ὅτι Ἑρατοσθένης παρὰ Ἀρχάσι φησὶ φελλὸν μέσον τι πρίνον καὶ δρυός, ὃ ἐνίους θηλύπρινον καλεῖν, καὶ ὅτι παροιμία ἦν τὸ „Ἀρχάδας μιμούμενος“ ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων. μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲν οὐδέποτε ἐνίκησαν, πολλοῖς δὲ ἄλλοις αἴτιοι τοῦ νικᾶν ἦσαν, ὅθεν καὶ Πλάτων ὁ κωμικὸς διὰ τὸ τὰς κωμωδίας φησὶν αὐτὸς ποιῶν ἄλλοις ἐκδιδόναι διὰ πενίαν Ἀρχάδας μιμεῖσθαι ἔφη²). ἕτερος δὲ δήτωρ ἐπιδραμὼν τὰ πολλὰ φησιν· Ἀρχάδας μιμούμενος ἤγων ἄλλοις ταλαιπωρῶν. οἱ γὰρ Ἀρχάδες ὑπὲρ ἑτέρων ἠδράγαθιζοντὸ φησίν. ὁ δὲ καὶ Ἡρακλῆς ἔπασχεν, ἐξ οὗ καὶ παροιμία