Ancient Greek
167.4
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 167.4
Unproofread scanNot analysed yet
154. Eustath. p. 1394, 41. Παυσανίας δὲ λέγει καὶ γυναῖκας εἰλίποδας1) διὰ τὴν ἑνδεσιν τῶν μηρῶν. 155. Eustath. p. 947, 6. ἰλλάδες¹) δὲ φασὶ κατ’ Ἰωνας δεσμοὶ ἐξ ἱμάντων ἢ λύγων ἀπὸ τοῦ εἴλλω, ἢ ἴλλω· „τὸ συστρέφω“, ὅς ἐν εἴδει στρεβλώσεως²). λέγεται γὰρ καὶ ἐπὶ τοιαύτης σημασίας τὸ εἰλεῖν, ὡς δηλοῖ καὶ ὁ Παυσανίας εἰπών· εἰλάειν (l. εἴλλειν)³)· στρεβλοῦν, πιέζειν. μάλιστα δὲ ἐπὶ ὑγρῶν οἰκεία ἢ λέξις, οἷον σταφυλῶν [κατ’ αὐτὸν] ἢ ἐλαίων. καὶ εἰλεῖν⁴) τὸ συνάγειν, φησίν, εἰς ταῦτὸ σταφυλάς. ἕτερος δὲ τεχνικὸς φησίν· εἰλεῖν· ἐκπιέζειν ἐλαίας ἢ στέμφυλα.