Ancient Greek
174.2
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 174.2
Unproofread scanNot analysed yet
171 Eustath. p. 1337, 42. ἀπὸ δὲ τῆς αὐλῆς καὶ τὸ αὐλιὸν ὑποχωριστικῶς ἢ κατὰ παραγωγὴν ὡς τὸ ἡμιον, καὶ ἡ αὐλεῖος θύρα, καὶ ἐπαύλια τὰ μετὰ τὸν γάμον, ὡς δηλοῖ καὶ Πανσαρίας, ἐν οἷς λέγει ἐπαυλίαν ἡμέραν¹), καθ’ ἣν ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἢ νύμφη πρῶτον ἐπηύλισται, καὶ ἐπαύλια τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τοῦ γάμου δῶρα παρὰ τοῦ τῆς νύμφης πατρὸς, φερόμενα τοῖς νυμφίοις ἐν σχήματι πομπῆς. παῖς γάρ, φησιν, ἡγεῖτο χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καυομένην, ἔπειτα παῖς ἕτερα καρηφόρος, εἶτα λοιπαί, φέρονσαι λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλεβάστρους, βαρύλια, θήκας, μέτρα, νίτρα²), ἐνιοτέ, φησι, καὶ τὴν προῖκα.