Ancient Greek
175.4
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 175.4
Unproofread scanNot analysed yet
ἐδίκασον δὲ κατὰ Πausanían²) ἔχει ἀκουσίους φόνους οἱ ἐφέται. Ἀργεῖοι γάρ, φησιν, ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσἔσχον Φαλήρους ὑπὸ Ἀθηναίων ἀγρουύμενοι ἀνηρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ ἱστορηθέντος Παλλάδιον ἐφρεθέντος, κατὰ χρησμὸν αὐτῷ τὸ δικαστήριον ἀπέδειξεν. Κλειτοδήμος φησιν, Ἀγαμέμνονος σὺν τῷ παλλάδι προσενεχθέντος ταῖς Ἀθήναις Δημοφῶντα τὸ παλλάδιον ἀρπάσαι καὶ πολλοὺς τῶν διωχόντων ἀνελεῖν. τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος κρίσιν αὐτοὺς ὑποσχεῖν ἐπὶ πειτήκοντα Ἀθηναίων καὶ τοσούτων Ἀργείων, οὓς ἐφέτας κληθήναι, διὰ τὸ παρ᾽ ἀμφοτέρων ἐφεθήναι αὐτοῖς περὶ κρίσεως καὶ τὸ δικαστήριον ἐπώνυμον τῇ Παλλάδι γενέσθαι.