Ancient Greek
178.1
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 178.1
Unproofread scanNot analysed yet
183. Eustath. p. 1747, 1. Μανσανίας δὲ φησίν, ὅτι Βοιωτοῖς ἔχρησεν ὁ θεός, ἔνθα λευκοὶ κόρακες αὐτοὺς ὁδησιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησί, κόρακας πετομένους [τοὺς Ἀπόλλωνος adde ex Phot. ,cf. Val. Rose, Aristot. frgmt. no. 496.] περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκαχοι παῖδες ἐγύψωσαν, ὤχησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἐπεμτορ ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δ’ αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης (fr. 496. Val. Rose.) ἱστορεῖ, λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περιχαθαίροντας ἀπαυδαῖς ἀφίεναι καὶ ἐπιλέγειν τῷ λοιμῷ φεῦγ’ ἐς κόρακας. ὁ δὲ Αἴσωπος (fab. no. 101). πλάττει μυθικῶς χολοιὸν μέγαν, νομίζαντα τοὺς κόραξιν ἐξιδοῦσθαι, προσμίξαι αὐτοῖς, ἠτηθέντα δὲ ὑποστρέφαι πάλιν εἰς τοὺς χολοιοὺς. τοὺς δὲ ἀγανακτήσαντας παῖειν αὐτὸν καὶ βοᾶν „φεῦγ’ ἐς κόρακας“. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ χρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς „φεῦγ’ ἐς κόρακας“, ὁ ἐστὶν εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν.