Ancient Greek
179.2
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 179.2
Unproofread scanNot analysed yet
185. Eustath. p. 1864, 14. δοκεῖ δὲ τι πρὸς πονηρίαν τῷ τοιούτῳ Εὐρυβάτῃ συμβαλέσθαι καὶ ἡ πατρίς Ἔφεσος, ἀφ’ ἧς καὶ παροιμία τὸ Ἐφέσια γράμματα ἐπὶ τῶν ἄσαφῃ τινα λαλούντων καὶ δυσπαρακολούθητα. ἐποδαὶ γὰρ τινές, φασίν, Ἐφέσια γράμματα ἐκεῖνα ἦσαν, ὡς καὶ Κροῖσος ἐπὶ τῆς πυρᾶς εἰπὼν ὠφελήθη· καὶ ἐν Ὀλυμπίᾳ δέ, φασί, Μιλησίων τινὸς καὶ Ἐφεσίου παλαιόντων τὸν Μιλήσιον μὴ δύνασθαι παλαιεῖν διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα, ὧν γνωσθέντων καὶ λυθέντων τριακοντάκις τὸ ἐφεξῆς πεσεῖν τὸν Ἐφέσιον¹). Πausanías δὲ γησιν ἐν τῷ κατ’ αὐτὸν ἠτορικῷ λεξικῷ καὶ ὅτι φωνὰ ἦσαν τὰ Ἐφέσια γράμματα φυσικὸν ἐμπεριέχουσα τοῦν ἀλεξίκακον, ὡς καὶ Κροῖσον ἐπὶ πυρᾶς, γησὶ καὶ αὐτὸς, εἰπεῖν, καὶ ὅτι ἄσαφῶς καὶ αἰνυματωδῶς δοκεῖ ἐπὶ ποδῶν καὶ ζώης, καὶ στεφάνης ἐπιγεγράφθαι τῆς Ἀρτέμιδος τὰ τοιαῦτα γράμματα.