Ancient Greek
194.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 194.3
Unproofread scanNot analysed yet
222. Eustath. p. 363, 37. ἰστέον δὲ καὶ ὅτι οὐ μόνον ἡ τῶν καρβάνων ἤτοι βαρβάρων λέξις ἐκ τῶν Καρῶν εἴληφθαι δοκεῖ, ἀλλὰ καὶ οἱ παρὰ Παυσανίᾳ κάρδακες¹), ὃ ἐστι στρατιῶται περὶ Ἀσίαν. ὁ δὲ Αἴλιος Διονύσιος οὕτω φησί· κάρδακες· οὐ δικαίον τι γένος, ἀλλὰ οἱ μισθοῦ στρατευόμενοι βάρβαροι παρὰ Θεοπόμπω. ἁπλῶς δέ, φησιν, οἱ Πέρσαι πάντα τὸν ἀνδρείον καὶ κλῶπα κάρδακα ἐκάλουν. ἐτι ἰστίον, ὅτι παρουμία παρὰ Παυσανίᾳ φέρεται ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων τὸ „ἐν Καρὶ τὸν κίνδυνον“²) ἐπεὶ Κάρρές, φησι, πρῶτοι ἐμισθοφόρησαν.