Ancient Greek
210.2 to 211.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 210.2-211.3
Unproofread scanNot analysed yet
ὅτε τὰς ὀὰς ἐποιήσατο. 267 Eustath. p. 1773, 30. Ἀἴλιος μέντοι Διονύσιος γράφει ὅτι καὶ τὸ οἴσθα¹) καὶ οἴσθας ἄμφω Ἑλληνικά, καθὰ καὶ ἤσθα καὶ ἤσθας. ἄπαξ δέ, φασί, παρ’ Ὁμήρῳ τὸ οἴδας ἐν τῷ (α 337). πολλὰ γὰρ ἄλλα βροτῶν θελητήρια οἴδας. 268 Eustath. p. 1160, 17. ἐν δὲ ῥητορικῷ λεξικῷ Αἰλίου Διονυσίου φέρεται καὶ ὀλίον¹) τὸ ὀλίγον. φησὶ γὰρ· ὀλίγον. τὸ δὲ ὀλίον ἢ βάρβαρον ἢ Ἰακόν. 269. Eustath. p. 862, 40. ἡ δὲ ὁμωνυμία καὶ τι σκεῦος (sc. ὄνος) οἶδε παρὰ τοῖς Ἀριστοτελικοῖς καὶ ἔστιν ἀπ’ αὐτοῦ ὄνεύειν ῥῆμα, περὶ οὗ Ἄλλιος Διονύσιος γράφων φησίν· ὤνευον1)· παρὰ Θουκυδίδῃ τὸ ἐκίνουν καὶ περιήγον. ὄνος γὰρ τοῦ μύλου τὸ κινοῦμενον. καὶ αἱ τοιαῦται μηχαναὶ ὄνος. 270. Eustath. p. 964, 64. δῆλον δέ, ὅτι μαντική ποτε λέξις τὸ ὄσσεσθαι ἀπὸ τῆς ὄσσης, ἣν δεῖ ἐπὶ μαντείας τίθησι. τοιαύτη δὲ λέξις ἔστιν ὅτε καὶ ἡ ὤψ, ὡς Διονύσιος Ἄλλιος παρασημειοῦται λέγων ὤπα (l. ὄττα)1) τὴν κληδόνα καὶ ὄπεύεσθαι (l. ὄττεύεσθαι)2) τὸ κληδονίζεσθαι. Ἀριστοφάνης10 Λυσιστράτῃ· ὄττευόμενος κάθηται (vs. 597). 271. Eustath. p. 898, 7. πάλῃ1) δὲ κυρίως κατὰ Ἄλ-λιον Διονύσιον λεπτότατον ἄλευρον, καὶ τέφρα· Φερεκράτης Ἴππω (fr. 60 Kock)