Ancient Greek
214.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 214.3
Unproofread scanNot analysed yet
279 Eustath. p. 1421, 63. πηνίον¹) δὲ ἐστὶν ὁ μῖτος, ἐξ οὗ καὶ χρυσεοπηνίτον²) ἄμφιον. καὶ ἐκπηνίζω ῥῆμα παρὰ τῷ κωμικῷ. καὶ ἐκπηνίζεται³), ὅ ἐστι μηρύσκεται, καὶ κατὰ Παυσανίαν ἐξειλήσει εἰς πηνίον. καὶ ἔστι κατὰ τὴν ἐτυμολογίαν ταύτην τὸ Πηνελόπη κλῆσις ἰστουργῷ γυναικὶ πρέπουσα. τὸ μέντοι διαπηνικίζειν⁴), ὅ ἐστι διακεφαλαιοῦν καὶ ἀπατᾶν, οὐκ ἐντεῦθεν ποθεν παρήκται, ἀλλ’ ἀπὸ τῆς πηνίκης, ἡ περικεφάλειον δηλοῖ περιθέτον ἐκ τριχῶν, οὐ μόνον γυναιξίν, ἀλλὰ καὶ γυναικιζομένοις ἀνδράσι χρηστήν, οἱ τριχῶν ἐφίλονται.